Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [lemma count] [Diod. Sic.].
<<Diod. Sic. 14.116.9 Diod. Sic. 14.117.5 (English) >>Diod. Sic. 14.117.9

14.117.3οὗτοι δὲ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες νυκτὸς ἐξῆλθον, καὶ καταλαβόντες ἅμʼ ἡμέρᾳ τοὺς Οὐόλσκους τῇ παρεμβολῇ προσμαχομένους, ἐπιφανέντες κατὰ νώτου ῥᾳδίως ἐτρέψαντο. ἐξελθόντων δὲ καὶ τῶν ἐκ τῆς παρεμβολῆς, εἰς μέσον ἀποληφθέντες οἱ Οὐόλσκοι σχεδὸν ἅπαντες κατεκόπησαν. διόπερ τὸν ἔμπροσθεν χρόνον ἰσχυροὶ δοκοῦντες εἶναι, διὰ τὴν συμφορὰν ταύτην ἀσθενέστατοι τῶν περιοικούντων ἐθνῶν ἐγενήθησαν. 14.117.4μετὰ δὲ τὴν μάχην ἀκούσας αὐτοκράτωρ πορθεῖσθαι Βώλας ὑπὸ Αἰκουλανῶν, τῶν νῦν Αἰκίκλων καλουμένων, ἀγαγὼν τὴν δύναμιν τοὺς πλείστους τῶν πολιορκούντων ἀνεῖλεν. ἐκεῖθεν δʼ ἀνέζευξεν εἰς Σουτριανήν, οὖσαν ἀποικίαν, ἣν οἱ Τυρρηνοὶ βίᾳ κατειλήφεισαν. προσπεσὼν οὖν ἄφνω τοῖς Τυρρηνοῖς πολλοὺς μὲν αὐτῶν ἀνεῖλε, τὴν δὲ πόλιν ἀνέσωσε τοῖς Σουτριαίοις. 14.117.5τῶν δʼ ἀπεληλυθότων Γαλατῶν ἀπὸ Ῥώμης Οὐεάσκιον τὴν πόλιν σύμμαχον οὖσαν Ῥωμαίων πορθούντων, ἐπιθέμενος αὐτοῖς αὐτοκράτωρ καὶ τοὺς πλείστους ἀποκτείνας τῆς ἀποσκευῆς πάσης ἐκυρίευσεν, ἐν καὶ τὸ χρυσίον ἦν εἰλήφεισαν εἰς Ῥώμην καὶ σχεδὸν ἅπαντα τὰ διηρπασμένα κατὰ τὴν τῆς πόλεως ἅλωσιν. 14.117.6τοσαῦτα δὲ διαπραξάμενος διὰ τὸν φθόνον τῶν δημάρχων ἐκωλύθη θρίαμβον καταγαγεῖν. ἔνιοι δέ φασιν αὐτὸν ἀπὸ Τούσκων θρίαμβον ἀγαγεῖν ἐπὶ λευκοῦ τεθρίππου, καὶ διὰ τοῦτο δυσὶν ὕστερον ἔτεσιν ὑπὸ τοῦ δήμου πολλοῖς χρήμασι καταδικασθῆναι· περὶ οὗ κατὰ τοὺς οἰκείους χρόνους ἐπιμνησθησόμεθα.


Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [lemma count] [Diod. Sic.].
<<Diod. Sic. 14.116.9 Diod. Sic. 14.117.5 (English) >>Diod. Sic. 14.117.9

Powered by PhiloLogic